Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.224 Joseph. AJ 16.229 (English) >>Joseph. AJ 16.235

16.227τήν τε κόρην, ἣν τἀδελφῷ κατενεγύησεν βασιλεύς, ἣν μὲν Φερώρας οὐκ ἔλαβεν, ὡς προεῖπον, ἡττημένος τῆς γυναικός, αἰτούσης Σαλώμης εἰς τὸν υἱὸν τὸν ἐκ Κοστοβάρου γενόμενον ὥρμητο μὲν ἐκείνῳ συνοικίσαι, 16.228μεταπείθεται δὲ ὑπὸ τοῦ Φερώρα τόν τε νεανίσκον οὐκ εὔνουν ἔσεσθαι λέγοντος διὰ τὴν ἀπώλειαν τοῦ πατρὸς καὶ δικαιότερον εἶναι λαβεῖν τὸν αὐτοῦ παῖδα τῆς τετραρχίας ὄντα διάδοχον. οὕτω δὲ συγγνώμην ᾐτεῖτο καὶ μὴ πείσας οὕτως. ἐκείνη μὲν οὖν ἀντιμετατεθείσης τῆς ἐγγύης ἐγαμεῖτο τῷ Φερώρα μειρακίῳ φερνὴν ἐπιδόντος ἑκατὸν τάλαντα τοῦ βασιλέως. 16.229

Οὐκ ἀνεῖτο δὲ τὰ κατὰ τὴν οἰκίαν ἀεὶ καὶ μείζους τὰς ταραχὰς λαμβάνοντα, καὶ συμπίπτει τι τοιοῦτον ἐξ αἰτίας μὲν οὐκ εὐπρεποῦς, χωρῆσαν δὲ πρόσω κατὰ δυσχέρειαν· 16.230ἦσαν εὐνοῦχοι τῷ βασιλεῖ διὰ κάλλος οὐ μετρίως ἐσπουδασμένοι. τούτων μὲν οἰνοχοεῖν, δὲ δεῖπνον προσφέρειν, δὲ κατακοιμίζειν βασιλέα πεπίστευτο καὶ τὰ μέγιστα τῶν ἐν ταῖς ἀρχαῖς. 16.231καί τις ἀγγέλλει τῷ βασιλεῖ διαφθαρῆναι τούτους ὑπὸ Ἀλεξάνδρου τοῦ παιδὸς ἐπὶ πολλοῖς χρήμασιν. ἀνακρίναντι δὲ περὶ μὲν τῆς γεγενημένης πρὸς αὐτὸν κοινωνίας καὶ μίξεως ὡμολόγουν, ἄλλο δὲ οὐδὲν δυσχερὲς εἰς τὸν πατέρα συνειδέναι. 16.232βασανιζόμενοι δὲ μᾶλλον κἀν ταῖς ἀνάγκαις ὄντες ἐπιτεινόντων ἀεὶ τῶν ὑπηρετῶν καὶ χαριζομένων τῷ Ἀντιπάτρῳ τὸ τοιοῦτον, ἔλεγον ὡς εἴη δυσμένεια πρὸς τὸν πατέρα καὶ μῖσος ἔμφυτον Ἀλεξάνδρῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.224 Joseph. AJ 16.229 (English) >>Joseph. AJ 16.235

Powered by PhiloLogic